Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 5.111.1 Hdt. 5.112.1 (English) >>Hdt. 5.114.2

5.111.4 βασιλέα μὲν καὶ στρατηγὸν χρεὸν εἶναι φημὶ βασιλέι τε καὶ στρατηγῷ προσφέρεσθαι. ἤν τε γὰρ κατέλῃς ἄνδρα στρατηγόν, μέγα τοι γίνεται, καὶ δεύτερα, ἢν σὲ ἐκεῖνος, τὸ μὴ γένοιτο, ὑπὸ ἀξιοχρέου καὶ ἀποθανεῖν ἡμίσεα συμφορή· ἡμέας δὲ τοὺς ὑπηρέτας ἑτέροισί τε ὑπηρέτῃσι προσφέρεσθαι καὶ πρὸς ἵππον· τοῦ σὺ τὰς μηχανὰς μηδὲν φοβηθῇς· ἐγὼ γάρ τοι ὑποδέκομαι μή μιν ἀνδρὸς ἔτι γε μηδενὸς στήσεσθαι ἐναντίον.”

ch. 112 5.112.1 ταῦτα εἶπε, καὶ μεταυτίκα συνέμισγε τὰ στρατόπεδα πεζῇ καὶ νηυσί. νηυσὶ μέν νυν Ἴωνες ἄκροι γενόμενοι ταύτην τὴν ἡμέρην ὑπερεβάλοντο τοὺς Φοίνικας, καὶ τούτων Σάμιοι ἠρίστευσαν· πεζῇ δέ, ὡς συνῆλθε τὰ στρατόπεδα, συμπεσόντα ἐμάχοντο. 5.112.2 κατὰ δὲ τοὺς στρατηγοὺς ἀμφοτέρους τάδε ἐγίνετο· ὡς προσεφέρετο πρὸς τὸν Ὀνήσιλον Ἀρτύβιος ἐπὶ τοῦ ἵππου κατήμενος, Ὀνήσιλος κατὰ τὰ συνεθήκατο τῷ ὑπασπιστῇ παίει προσφερόμενον αὐτὸν τὸν Ἀρτύβιον· ἐπιβαλόντος δὲ τοῦ ἵππου τοὺς πόδας ἐπὶ τὴν Ὀνησίλου ἀσπίδα, ἐνθαῦτα Κὰρ δρεπάνῳ πλήξας ἀπαράσσει τοῦ ἵππου τοὺς πόδας.

ch. 113 5.113.1 Ἀρτύβιος μὲν δὴ στρατηγὸς τῶν Περσέων ὁμοῦ τῷ ἵππῳ πίπτει αὐτοῦ ταύτῃ. μαχομένων δὲ καὶ τῶν ἄλλων, Στησήνωρ τύραννος ἐὼν Κουρίου προδιδοῖ ἔχων δύναμιν ἀνδρῶν περὶ ἑωυτὸν οὐ σμικρήν. οἱ δὲ Κουριέες οὗτοι λέγονται εἶναι Ἀργείων ἄποικοι. προδόντων δὲ τῶν Κουριέων αὐτίκα καὶ τὰ Σαλαμινίων πολεμιστήρια ἅρματα τὠυτὸ τοῖσι Κουριεῦσι ἐποίεε. γινομένων δὲ τούτων κατυπέρτεροι ἦσαν οἱ Πέρσαι τῶν Κυπρίων.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 5.111.1 Hdt. 5.112.1 (English) >>Hdt. 5.114.2

Powered by PhiloLogic